伊索寓言(日知古典)
上QQ阅读APP看书,第一时间看更新

第10章 野山羊和牧人

牧人把一群山羊赶去草地放牧。他看见羊群里混进了一些野山羊,傍晚时他便把他们一起都赶进了自己的山洞。第二天天气恶劣,他无法把羊群赶往往常的草地,只好在山洞里喂养他们。他给自己的羊只是适量的草料,仅使他们不至于挨饿,而给那些外来的羊却要多得多,想这样使他们能继续跟随他。天气好转后,他把羊一起赶往草地,那些野山羊爬上山后便统统跑了。牧羊人责备他们忘恩负义,尽管他们得到特殊的照料,然而却弃他而去。那些野山羊回过头来说道:“我们正是由于这一点才要更加防备你,因为既然你对我们这些昨天才跟随你的山羊照顾得胜过对你原有的那些羊,所以很明显,要是再有其他山羊来到你这里,你照顾他们又会胜过照顾我们了。”

这则故事是说,不应该与那些待我们这些新结交的人胜过对待他们原有的朋友的人结友谊,因为在我们与他们长时间结交之后,他们又会结新交,并且待那些新交会胜过对待我们。

6. αἶγες ἄγριαι καὶ αἰπόλος

αἰπόλος τὰς αἶγας αὐτοῦ ἐπὶ νομὴν ἀπελάσας ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας,ἑσπέρας ἐπιλαβούσης πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν ἔνδον ἐτημέλει,ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν,ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. παυσαμένου δὲ τοῦ χειμῶνος ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν,αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος,εἴ γε περισσοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτόν,ἔφασαν ἐπιστραφεῖσαι·“ἀλλὰ δι᾽ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθὲς προσεληλυθυίας μειζόνως τῶν πάλαι σὺ προετίμησας,δῆλον ὅτι,εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν,ἐκείνας ἡμῶν προκρινεῖς.”

ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας,οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι,λογιζομένους,ὅτι καί,ἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν,ἐκείνους προκρινοῦσιν.